Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

Şiir 4

 
A. Pal. ix. 437
 
τήναν τὰν λαύραν τάς τε δρύας αἰπόλε κάμψας
 
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
 
τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
 
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
 
σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ 5
 
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
 
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
 
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
 
ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
 
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη. 10
 
ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
 
μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
 
ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
 
εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
 
κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ, 15
 
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
 
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
 
σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme