Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

Şiir 18

 
A. Pal. ix. 600
 
Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμῳδίαν
 
εὑρὼν Ἐπίχαρμος.
 
ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ
 
̔́τὶν ὧδʼ ἀνέθηκαν
 
τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει, 5
 
οἷʼ ἀνδρὶ πολίτᾳ·
 
σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις
 
̔́τελεῖν ἐπίχειρα.
 
πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα.
 
μεγάλα χάρις αὐτῷ. 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme