Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus

Şiir 13

 
A. Pal. vi. 340
 
Ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
 
οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
 
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
 
ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
 
ἐκ σέθεν ἀρχομένοις ὦ πότνια· κηδόμενοι γὰρ 5
 
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme