Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

22

Ἄμυκος
αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς 110
 
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
 
σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
 
αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα
 
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
 
πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; 115
 
εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης
 
φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
 
Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
 
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
 
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων 120
 
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
 
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
 
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ
 
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
 
ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· 125
 
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·
 
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
 
μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ
 
κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme