21–22
Ἀσφαλίων
ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
60
ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε
τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
Ἑταῖρος
καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν
χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις,
ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν,
εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις,
65
μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.
Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
5
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
10