Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

21

Ἀσφαλίων
δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν
 
(οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, 40
 
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν
 
ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον
 
ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
 
καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
 
πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. 45
 
χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
 
τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον
 
τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,
 
πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
 
εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, 50
 
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
 
ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
 
παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα,
 
μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς
 
ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. 55
 
ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
 
μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
 
καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme