Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

17

 
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.—
 
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
 
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
 
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα 55
 
Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε
 
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
 
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
 
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
 
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον 60
 
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν·
 
ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων
 
νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς
 
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα,
 
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν· 65
 
Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
 
Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων·
 
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
 
ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
 
ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων. 70
 
Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme