Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

16

 
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
 
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
 
εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων
 
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς 45
 
ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
 
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
 
τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
 
Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
 
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί; 50
 
οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
 
πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν
 
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
 
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς
 
Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις 55
 
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
 
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
 
Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
 
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
 
ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν, 60
 
ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme