Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

16

 
δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
 
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
 
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν·
 
πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων 25
 
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
 
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
 
μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
 
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
 
ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, 30
 
μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
 
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
 
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
 
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
 
ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται· 35
 
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
 
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
 
μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
 
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις·
 
ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν 40
 
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme