Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

15–16

Γυνή Ἀοιδός
ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
 
οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,
 
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
 
στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς· 135
 
Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
 
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
 
τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως,
 
οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων,
 
οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, 140
 
οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
 
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·
 
ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.
 
καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
Γοργώ
Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. 145
 
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
 
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
 
χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
 
χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.
 
Χάριτες ἢ Ἱέρων
 
αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme