Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

15

Πραχινόα
ὠθεῦνθʼ ὥσπερ ὕες.
Ξένος
θάρσει γύναι· ἐν καλῷ εἰμές.
Πραχινόα
κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης
 
ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. 75
 
φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ.
 
κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
Γοργώ
Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
 
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
Πραχινόα
πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, 80
 
ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.
 
ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι,
 
ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος.
 
αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται
 
κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, 85
 
ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται.
Ἕτερος Ξένος
παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
 
τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
Γοργώ
μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
 
πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; 90
 
ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme