Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

15

Γοργώ
ἔχει κάλλιστα.
Πραχινόα
καθίζευ.
Γοργώ
ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην
 
Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. 5
 
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
 
ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.
Πραχινόα
ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν
 
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
 
ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. 10
Γοργώ
μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
 
τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.
 
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
Πραχινόα
αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
Γοργώ
καλὸς ἀπφῦς.
Πραχινόα
ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην 15
 
πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
 
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
Γοργώ
χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
 
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
 
πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. 20

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme