Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

8–9

Δάφνις
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.
 
Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
 
νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
 
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ 90
 
ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο.
 
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
 
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.
 
Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας
 
Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
 
ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
 
μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
 
χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
 
μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ 5
 
ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.
 
Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς,
 
ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών.
 
ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
 
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας 10
 
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
 
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme