Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

8

Δάφνις
ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
 
χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι.
Μενάλκας
ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας
 
μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) 50
 
ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων,
 
ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
Δάφνις
μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
 
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
 
ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, 55
 
σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
 
δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,
 
ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
 
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,
 
οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. 60
 
ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
 
τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
 
Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
 
μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
 
ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; 65
 
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme