Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

7–8

Σιμιχίδας
δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο 145
 
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·
 
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
 
νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
 
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
 
κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; 150
 
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ,
 
τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
 
τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι,
 
οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι
 
βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ 155
 
αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι
 
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.
 
Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας
 
Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
 
μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
 
ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
 
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
 
πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· 5
 
μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme