Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

5–6

Κομάτας
κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη
 
ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
 
αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε 145
 
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
 
οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς
 
τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι
 
ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
 
αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. 150
 
Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας
 
Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον
 
τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν
 
πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
 
ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
 
πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. 5
 
βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια
 
μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·
 
καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
 
ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,
 
ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει 10
 
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme