Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

2

 
κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
 
ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. 110
 
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
 
καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
 
ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
 
ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
 
πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, 115
 
ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
 
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
 
ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
 
ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
 
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, 120
 
κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,
 
πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
 
φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
 
καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς
 
καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· 125
 
εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα·
 
εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ,
 
πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme