Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

27

Δάφνις
οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
Κόρη
φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. 20
Δάφνις
δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
Κόρη
πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει.
Δάφνις
εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω.
Κόρη
καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
Δάφνις
οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. 25
Κόρη
ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
Δάφνις
μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες;
Κόρη
ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης.
Δάφνις
ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
Κόρη
ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. 30
Δάφνις
ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
Κόρη
καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
Δάφνις
πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις.
Κόρη
ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
Δάφνις
οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. 35
Κόρη
τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
Δάφνις
τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
Κόρη
πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme