Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25–26

 
πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.
 
Λῆναι ἢ Βάκχαι
 
Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
 
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
 
χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
 
κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
 
ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, 5
 
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
 
ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
 
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
 
ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
 
Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, 10
 
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
 
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
 
σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
 
ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
 
μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι. 15
 
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
 
πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
 
Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme