25
ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς,
ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·
265
ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,
πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον,
μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
270
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ
275
ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος,
280