Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25

 
αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις
 
θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε
 
κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν
 
θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι
 
σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, 245
 
πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
 
ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
 
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
 
θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ·
 
τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς 250
 
καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
 
ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
 
μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα
 
χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην,
 
τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας 255
 
ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα
 
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
 
θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι
 
ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
 
νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω 260

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme