Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25

 
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
 
λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
 
οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
 
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
 
Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν. 205
 
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
 
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
 
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
 
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
 
εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις. 210
 
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
 
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
 
νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
 
πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
 
εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι. 215
 
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
 
φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι.
 
οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
 
φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην·
 
ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. 220

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme