Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

25

 
εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
 
ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
 
οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις
 
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
 
ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. 185
 
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
 
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο
 
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
 
Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
 
Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, 190
 
καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
 
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
 
Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
 
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
 
ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου 195
 
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
 
νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
 
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
 
οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα
 
ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme