25
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
45
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην.
ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.
50
τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς·
Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις,
ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
55
χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν·
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω
60