Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

24

 
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
 
Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
 
ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
 
γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, 105
 
υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
 
τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
 
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
 
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
 
πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. 110
 
ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
 
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
 
δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες
 
πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
 
πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ 115
 
Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
 
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
 
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
 
ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
 
ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, 120
 
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme