Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

22

Ἄμυκος
δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. 190
 
τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
 
τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
 
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
 
Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
 
τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. 195
 
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
 
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
 
σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
 
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
 
κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. 200
 
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
 
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω
 
χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς
 
Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
 
οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ 205
 
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
 
ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
 
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
 
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme