Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus

22

Ἄμυκος
πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. 170
 
εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
 
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
 
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
 
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
 
νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι 175
 
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
 
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
 
εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
 
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
 
τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. 180
 
εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
 
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,
 
ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς,
 
σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
 
ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς 185
 
Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
 
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
 
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
 
ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme