22
Ἄμυκος
ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
130
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
135
Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας.
140
ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας·
δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις
145
ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν