46
ἁμαρτάνουσι δὲ κἀκεῖνο· παῖδα ἀθλητὴν ἀποδύσαντες γυμνάζουσιν ὡς ἤδη ἄνδρα τήν τε γαστέρα προβαρύνειν κελεύοντες καὶ βαδίζειν μεταξὺ τοῦ γυμνάζεσθαι καὶ ἐρεύγεσθαι, διʼ ὧν ὥσπερ οἱ κακῶς παιδεύοντες ἀφαιροῦνται τὸν παῖδα τὸ νεοτήσιον σκίρτημα, ἀργίαν γυμνάζοντες καὶ ἀναβολὰς καὶ νωθροὺς εἶναι καὶ ἀτολμοτέρους τῆς αὑτῶν ἀκμῆς. ἄνεσιν ἐχρῆν γυμνάζειν, ὡς ἡ παλαίστρα· ἄνεσιν δὲ λέγω τήν τε ἀπὸ τῶν σκελῶν, ὁπόση ἐκ μαλαττόντων, τήν τε ἀπὸ τῶν χειρῶν, ὁπόση ἐκ τριβόντων, καὶ παρακροτείτω ὁ παῖς, ἐπειδὴ ἀγερωχότερα τὰ τούτων γυμνάσια. τὸν Φοίνικα Ἕλικα ἥδε ἡ ἰδέα ἐγύμναζεν οὐκ ἐν παισὶ μόνον, ἀλλὰ καὶ ἐς ἄνδρας ἥκοντα, καὶ λόγου θαυμασιώτερος ἐγένετο παρὰ πάντας, οὓς οἶδα τὴν ῥᾳστώνην ἐκμελετῶντας ταύτην.