Thesauros Literature biography Γυμναστικός

Γυμναστικός

Γυμναστικός Philostratus the Athenian 2nd/3rd cent
36 τοιόσδε μὲν ὁ παλαιστής, καὶ παγκρατιάσει γε ὁ τοιοῦτος τὸ κάτω παγκράτιον ἀκροχειριεῖταί τε οὐχ ἧττον. τελεώτεροι δὲ τῶν παγκρατιαστῶν οἱ ξυγκείμενοι παλαιστικώτερον μὲν ἢ οἱ πύκται, πυκτικώτερον δὲ ἢ οἱ παλαίσοντες. γενναῖοι τῶν ἀθλητῶν καὶ οἱ ἐν μικρῷ μεγάλοι· τούτους δὲ ἡγώμεθα τοὺς ὑποδεεστέρους μὲν τὸ μέγεθος ἢ οἱ τετράγωνοι τε καὶ σύμμετροι, τὸ δὲ σῶμα διηρθρωμένους μεγαλοειδῶς τε καὶ ὑπερφυεστέρως τοῦ μήκους, καὶ μᾶλλον, ἢν μὴ κατεσκληκέναι δοκῶσιν, ἀλλὰ καὶ τοῦ εὐσάρκου τι ὑποφαίνωσι. κηρύττει δὲ αὐτοὺς πάλη μᾶλλον, εὔστροφοί τε γὰρ καὶ πολύτροποι καὶ σφοδροὶ καὶ κοῦφοι καὶ ταχεῖς καὶ ὁμότονοι, καὶ πολλὰ τῶν ἀπόρων τε καὶ δυσπαλαίστων διαφεύγουσιν ἐπιστηριζόμενοι τῇ κεφαλῇ, καθάπερ βάσει, παγκρατίου δὲ καὶ πυγμῆς οὐκ ἀγαθοὶ προστάται, τῷ τε πλήττοντι ὑποκείμενοι καὶ γελοίως ἀπὸ τῆς γῆς ἑαυτοὺς ἐπαίροντες, ὁπότε αὐτοὶ πλήττοιεν. παράδειγμα δὲ ποιώμεθα τῶν ἐν μικρῷ μεγάλων τὰς εἰκόνας τοῦ παλαιστοῦ Μάρωνος, ὃν Κιλικία ποτὲ ἤνεγκε. παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας· διαφυγεῖν μὲν γὰρ πάλης τὰ δυσφύλακτα ἱκανοὶ καὶ οἵδε, καταπαλαῖσαι δὲ ἀχρεῖοι διὰ τὸ ἐπικαθῆσθαι τοῖς σκέλεσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme