Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

60 πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινοῦς χιτών, ὡς ὁ τῆς Ἴσιδος, καὶ τὸ καπηλεῖον, ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα, ὡς Ἥρας ὄμματα, καὶ ὁ οἶνος, ὡς ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ συνθέσεις, ἐφʼ ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί, κἀγὼ μὲν φοβοῦμαι, μὴ πέσῃ, τὸ δὲ ἕστηκεν ὀχυρῶς, ὡς γνώμῃ ἐρηρεισμένον, καὶ τοῖς δακτύλοις συμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ, πᾶν τὸ καταλειπόμενον γίγνεται θερμότερον τῷ ἄσθματι, ἥδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.

ξα

61 τίς σε, ὦ καλή, περιέκειρεν; ὡς ἀνόητος καὶ βάρβαρος ὁ μὴ φεισάμενος τῶν Ἀφροδίτης δώρων. οὐδὲ γὰρ γῆ κομῶσα ἡδὺ οὕτω θέαμα ὡς γυνὴ κατάκομος. φεῦ ἀναιδοῦς παλάμης· ὄντως πάντα τὰ ἐκ πολεμίων πέπονθας· ἐγὼ δὲ οὐκ ἂν οὐδὲ αἰχμάλωτον περιέκειρα τιμῶν τὸ κάλλος ὡς οὐχ ἡδέως ἀμελούμενον. ἀλλʼ ἐπεὶ τετέλεσται τὰ δεινά, κἂν μήνυσον τὰς κόμας, ποῦ κεῖνται, ποῦ τέτμηνται, πῶς αὐτὰς ὑποσπόνδους λάβω, πῶς φιλήσω χαμαὶ κειμένας. ὦ πτερὰ Ἔρωτος, ὦ κεφαλῆς ἀκροθίνια, ὦ κάλλους λείψανα.

ξβ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme