Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

50 τί τὸ καινὸν ἀνδρολήψιον τοῦτο; τίς ἡ τυραννίς; ἕλκεις με ἀπὸ τῶν ὀμμάτων καὶ σύρεις μὴ θέλοντα, ὥσπερ τοὺς πλέοντας ἡ Χάρυβδις ἀνερρόφει. ἦσαν ἄρα καὶ ἔρωτος πέτραι καὶ ὀφθαλμῶν πνεύματα, οἷς τις ἅπαξ ἐνσχεθεὶς καταδύεται. τοῦτο μὲν οὖν οὐκ εἶχεν ἡ Χάρυβδις· ἐμπρόθεσμον ἐκεῖνο τὸ ναυάγιον καὶ μικρόν τις ἀναμείνας σωτηρίας ηὐπόρει δένδρον εὑρὼν ἐν πελάγει, ὁ δὲ ἐς ταύτην ἅπαξ τὴν θάλατταν καταρρυεὶς οὐκ ἔτι ἐξέρχεται.

να

51 Κλεονίδῃ. ἡ Σαπφὼ τοῦ ῥόδου ἐρᾷ καὶ στεφανοῖ αὐτὸ ἀεί τινι ἐγκωμίῳ τὰς καλὰς τῶν παρθένων ἐκείνῳ ὁμοιοῦσα, ὁμοιοῖ δὲ αὐτὸ καὶ τοῖς τῶν Χαρίτων πήχεσιν, ἐπειδὰν ἀποδύσῃ σφῶν τὰς ὠλένας. ἐκεῖνο μὲν οὖν εἰ καὶ κάλλιστον ἀνθέων, βραχὺ τὴν ὥραν, παρέπεται γὰρ τοῖς αὔοις ἐννεάσαν τῷ ἦρι, τὸ δὲ σὸν εἶδος ἀεὶ τέθηλεν, ὅθεν ὀφθαλμοῖς ἐμμειδιᾷ καὶ παρειαῖς οἷον τι ἔαρ τὸ μετόπωρον τοῦ κάλλους.

νβ

52 Νικήτῃ. οὐ τὸ ἐρᾶν νόσος, ἀλλὰ τὸ μὴ ἐρᾶν, εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸ ἐρᾶν τυφλοὶ οἱ μὴ ἐρῶντες.

νγ

53 τὴν νεφέλην τῶν ὀφρύων ἀφαιρεῖν ἄμεινον, ὡς μηδὲν κατηφὲς εἴη σοι περὶ τὴν ὥραν, αὐτῶν τε γὰρ τῶν ὡρῶν ἡδίους αἱ ἀνειμέναι καὶ γελῶσαι, καὶ τοῦ κάλλους ἡδονὴν ὥσπερ ἐκ κατόπτρου ἐμφαίνει τὰ τῆς περὶ τῷ προσώπῳ γαλήνης, ἣν εἰ μὴ θολώσεις, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ βλεπόμενον δόξεις. εἰ δὲ ἐκ Πινδάρου ταῦτα, κἀκεῖνό που κατὰ Πίνδαρον τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα.

νδ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme