Book 1
47
εἰ Λάκαινα ἦσθα, ὦ καλή, Ἑλένης ἂν ἐμνημόνευσας καὶ τῆς νεώς, εἰ Κορινθία τῶν Λαίδος κώμων, εἰ Βοιωτία, τῶν Ἀλκμήνης γάμων, εἰ τῶν ἐξ Ἤλιδος, οὐκ ἤκουσας τὸν Πέλοπος δρόμον; οὐκ ἐζήλωσας τὴν ἐκ θεάτρου γαμηθεῖσαν; οὐκ ἐθαύμασας τὸν Ἀλφειόν; οὐκ ἔπιες τοῦ νυμφίου; ἡ δὲ Τυρὼ τῷ Ἐνιπεῖ ἐπενήξατο καὶ Αἰγαίωνι ἐπὶ θάλατταν ʽἐλθοῦσἀ συνεπλάκη. ἦν γὰρ ἀγαθὴ καὶ μεγάλων ἐραστῶν ἀξία. δοκεῖς δέ μοι μηδὲ Θεσπιακή τις εἶναι, πάντως γὰρ ἂν τῷ Ἔρωτι ἔθυες, μηδὲ Ἀττική, τὰς γὰρ παννυχίδας καὶ τὰς ἑορτὰς καὶ τὰ Μενάνδρου δράματα οὐκ ἄν ποτε ἠγνόησας. ἀλλʼ εἰ καὶ βάρβαρος εἶ καὶ μία τῶν ἀπὸ Θερμώδοντος ποταμοῦ παρθένων, ἀλλὰ καὶ ταύτας λόγος νεανίσκοις συμπλέκεσθαι καὶ τίκτειν ἐκ κλοπῆς. ἀλλὰ μὴ Θρᾷττα καὶ Σιδωνία; καὶ μὴν καὶ τούτων ἔρως ἥψατο, καὶ ἡ μὲν τῷ Νυσίῳ συνεπλάκη, ἠ δὲ τῷ Βοιωτῷ Διί. ἔοικα εὑρηκέναι σε, εἰ μὴ κακός εἰμι καὶ φαῦλος φυσιογνωμονεῖν· Δαναός σοι πατὴρ καὶ χεὶρ ἐκείνη καὶ λῆμα φονικόν· ἀλλὰ κἀκείνων τις τῶν ἀνδροφόνων παρθένων νεανίσκου φιλοῦντος ἐφείσατο. οὐχ ἱκετεύω σε, οὐ δακρύω, πλήρωσον τὸ δρᾶμα, ἵνα μου ψαύσῃς κἂν ξίφει.
μη
48
καὶ σὺ πονηρὸς οὕτως, ὡς μηδένα ἄλλον ἐλεεῖν, κἀγὼ δυστυχὴς οὕτως, ὡς μηδὲ παρʼ ἄλλου λαβεῖν, καὶ πάνυ χαίρω τῇ κακοπραγίᾳ βουλόμενος μὴ παύσασθαι διαμαρτάνων, ἵνα παύσῃ μηδὲ σὺ τῆς ἐπὶ τῷ μιαρῷ τοῦ τρόπου κακοδοξίας, τὸ μὲν γὰρ ἐμὸν μιᾶς ἔργον ἡδονῆς, τὸ δὲ σὸν κοινὸν ἐς διαβολὴν τῆς παρὰ πάντων αἰτίας.
μθ
49
ἔπεμψά σοι σῦκα ἠρινά, θαυμάζοις δʼ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι.
ν