Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

42 τῷ αὐτῷ. εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν.

μγ

43 τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι, καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλʼ οἱ νικῶντες ἐν τραύμασιν.

μδ

44 Ἀρηναίδι. τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐδείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει.

με

45 Διοδώρῴ. τὰς ἀπυρήνους ῥοιὰς Ἐρυθραὶ κηπεύουσιν οἰνοχοούσας νᾶμα πότιμον, ὥσπερ τῶν βοτρύων οἱ εὖ πράττοντες· δέκα σοι τούτων τρυγή σας ἔπεμψα, χρῶ δὲ αὐταῖς σιτούμενος μὲν ὡς οἴνῳ, μεθύων δὲ ὡς σίτῳ.

μς

46 εὖ πεποίηκας στρωμνῇ χρησάμενος τοῖς ῥόδοις· ἡ γὰρ πρὸς τὰ πεμφθέντα ἡδονὴ σημεῖον μέγα τῆς πρὸς τὸν πέμψαντα τιμῆς, ὥστε κἀγώ σου δι’ αὐτῶν ἡψάμην, καὶ γάρ ἐστιν ἐρωτικὰ καὶ πανοῦργα καὶ κάλλει χρῆσθαι εἰδότα. δέδοικα δέ, μὴ οὐδʼ ἡσυχίαν ἤγαγεν, ἀλλʼ ἠνώχλει σοι καθεύδοντι, ὥσπερ τῇ Δανάῃ ὁ χρυσός. εἰ δὲ βούλει τι φίλῳ χαρίζεσθαι, τὰ λείψαντα αὐτῶν ἀντίπεμψον μηκέτι πνέοντα ῥόδων μόνον, ἀλλὰ καὶ σοῦ.

μζ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme