Book 1
29
τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ. οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι. ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν. ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρωπίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς δὲ θητείαν μετήχθη πικράν.
λ
30
τὸ μὲν ἔργον ἕν, ἄν τε ἐπὶ ἀνδρὸς ἄν τε ἐπὶ μοιχοῦ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον· οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανερὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν δὲ τερπνότερον τὸ κεκλεμμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφύρῳ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἀφʼ ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἡρακλῆς καὶ οἱ ἐκ μοιχείας θεοί. λέγει δὲ Ὅμηρος καὶ τὴν Ἥραν ἰδεῖν αὐτὸν τότε ἡδέως, ὅτε αὐτῇ συνῄει λάθρα, τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.
λα
31
ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνάλωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων, τῆς μὲν γὰρ εὐπραγίας κίνδυνος ὁ νόμος, τῆς δὲ λύπης μισθὸς ὁ ἔρως. φοβεῖσθαι δὲ ἄμεινον τυχόντα ὧν βούλεταί τις ἢ ἀνιᾶσθαι ἀμελούμενον.
λβ