Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

25 χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον· εὖγε, ὅτι ἀπεστράφης.

κς

26 κελεύεις μοι μὴ βλέπειν κἀγὼ σοὶ μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει μὴ πίῃς, οὐδὲ ὀπώρα μὴ λάβῃς, οὐδὲ λειμὼν μὴ προσέλθῃς. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.

κζ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme