Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

21 οὖσα ξανθὴ τί ῥόδα ζητεῖς; καὶ μὴν φύσεως οὕτως ἔχεις, ὡς ἐκεῖνα. τί λαμβάνεις ἄνθος μετὰ μικρὸν οὐκ ὄν; τί δὲ τὴν κεφαλὴν στεφανοῖς πυρί; ἐμοὶ γὰρ δοκεῖ καὶ τῆς Κολχίδος ὁ ὅρμος, ὃν ἔπεμψε τῇ Γλαύκῃ, ῥόδα εἶναι πεφαρμαγμένα, καὶ διὰ τοῦτο ἐκαύθη λαβοῦσα. εἴ τε γὰρ τὰ ῥόδα τερπνά, μὴ παρευδοκιμείτω τὰς καλάς, εἴ τε εὐώδη, μὴ ἀντιπνείτω, εἴ τε ὠκύμορα, μὴ φοβείτω. ἡ γὰρ σὴ κεφαλὴ λειμὼν πολλὰ ἄνθη φέρων ἐστίν, ἃ μήτε θέρους ἄπεισι καὶ χειμῶνος μέσου φύεται καὶ δρεψαμένων οὐ λύεται.

κβ

22 ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοβουμένη φωραθῆναι ὃ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον· ὀφθαλμῶν δὲ ὑπογραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθωσιν τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλʼ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες. τὸ δὲ φῦκος καὶ ὁ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.

κγ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme