Μουσώνιος
παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονήσαντι· εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτεμὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρʼ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλλωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο πρᾳότερα τῶν ἀληθῶν ἀκούων. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν· ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφημος, καὶ τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι.
Μενεκράτης
βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται· εὖ γε, ὦ θεοί.