Ἀμπελουργός
ἐκ παλαιοῦ, ξένε. καὶ γὰρ τὸν Ἡρακλέα φασὶν ἀνασταυρώσαντα τὸ Ἀσβόλου τοῦ κενταύρου σῶμα ἐπιγράψαι αὐτῷ τόδε τὸ ἐπίγραμμα· ἄσβολος οὔτε θεῶν τρομέων ὄπιν οὔτʼ ἀνθρώπων ὀξυκόμοιο κρεμαστὸς ἀπʼ εὐλιπέος κατὰ πεύκης ἄγκειμαι μέγα δεῖπνον ἀμετροβίοις κοράκεσσιν.
Φοῖνιξ
ἀθλητής γε καὶ τούτων ὁ Ἡρακλῆς ἐγένετο μεγαληγορίαν ἐπαινῶν, ἀμπελουργέ, παρʼ ἧς δεῖ δήπου τὸν ποιητὴν φθέγγεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὴν νῆσον· ῥεῦμα γὰρ δὴ ὑπολαβὸν ἡμᾶς, οἷα πολλὰ περὶ τὸν Πόντον εἱλεῖται, παρέπλαγξε τοῦ λόγου.