Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

747

Ἀμπελουργός
δεῖ γὰρ προσορμισαμένους τε καὶ θύσαντας ἡλίου δυομένου ἐσβαίνειν μὴ ἐννυχεύοντας τῇ γῇ, κἄν μὲν τὸ πνεῦμα ἕπηται, πλεῖν, εἰ δὲ μή, ἀναψαμένους τὸ πλοῖον ἐν κοίλῳ ἀναπαύεσθαι. ξυμπίνειν γὰρ δὴ λέγονται τότε ὁ Ἀχιλλεύς τε καὶ ἡ Ἑλένη καὶ ἐν ᾠδαῖς εἶναι τὸν ἔρωτά τε τὸν ἀλλήλων ᾅδειν καὶ Ὁμήρου τὰ ἔπη τὰ ἐπὶ τῇ Τροίᾳ καὶ τὸν Ὅμηρον αὐτόν. τὸ γὰρ τῆς ποιητικῆς δῶρον, ὃ παρὰ τῆς Καλλιόπης τῷ Ἀχιλλεῖ ἐφοίτησεν, ἐπαινεῖ ὁ Ἀχιλλεὺς ἔτι καὶ σπουδάζει μᾶλλον, ἐπειδὴ πέπαυται τῶν πολεμικῶν. τὸ γοῦν ᾆσμα τὸ ἐπὶ τῷ Ὁμήρῳ θείως αὐτῷ, ξένε, καὶ ποιητικῶς ξύγκειται, καὶ γὰρ ἐκεῖνο γιγνώσκει τε καὶ ᾅδει ὁ Πρωτεσίλεως.
Φοῖνιξ
ἐμοὶ δʼ ἂν γένοιτο, ἀμπελουργέ, ἀκοῦσαι τοῦ ᾅσματος, ἢ οὐ θέμις ἐκφέρειν αὐτό;
Ἀμπελουργός
καὶ μήν, ξένε, πολλοὶ τῶν προσελθόντων τῇ νήσῳ καὶ ἄλλα τοῦ Ἀχιλλέως ᾅδοντος ἀκούειν φασί, τουτὶ δὲ πέρυσιν, οἶμαι, τὸ ᾆσμα ἡρμόσατο χαριέστατα τῆς γνώμης καὶ τῶν διανοιῶν ἔχον. ξύγκειται δὲ ὧδε· ἀχώ, παρὰ μυρίον ὕδωρ μεγάλου ναίοισα πλευρὰ Πόντου ψάλλει σε λύρα διὰ χειρὸς ἐμᾶς, σὺ δὲ θεῖον Ὅμηρον ἄειδέ μοι κλέος ἀνέρων, κλέος ἁμετέρων πόνων, δι’ ὃν οὐ θάνον, διʼ ὃν ἐστί μοι Πάτροκλος, διʼ ὃν ἀθανάτοις ἴσος Αἴας ἐμός, δι’ ὃν ἁ δορίληπτος ἀειδομένα σοφοῖς κλέος ἤρατο κοὐ πέσε Τροία.
Φοῖνιξ
δαιμονίως γε ὁ Ἀχιλλεύς, ἀμπελουργέ, καὶ ἐπαξίως ἑαυτοῦ τε καὶ τοῦ Ὁμήρου. καὶ ἄλλως σοφὸν ἐν τοῖς λυρικοῖς ᾅσμασι τὸ μὴ ἀποτείνειν αὐτά, μηδὲ σχοινοτενῆ ἐργάζεσθαι. καὶ ἐκ παλαιοῦ ἄρα εὐδόκιμόν τε καὶ σοφὸν ἦν ἡ ποίησις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme