Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

731

Ἀμπελουργός
Μοῖραί τε οὕτω κελεύουσι, σὺ μὲν ἐκεῖνα γυμνάζου κἀκείνων ἔρα· ποιητὴς δὲ ἔσται χρόνοις ὕστερον, ὃν ἐγὼ ἀνήσω τὰ σὰ ἔργα ὑμνεῖν. ταυτὶ μὲν αὐτῷ περὶ Ὁμήρου ἐχρήσθη. μειράκιον δὲ γενόμενος οὐχ, ὥσπερ οἱ πολλοί φασιν, ἀπόθετος ἐν Σκύρῳ ἐτρέφετο, τοῦτο δὴ τὸ ἐν ταῖς παρθένοις· οὔτε γὰρ τὸν Πηλέα εἰκὸς ἄριστον τῶν ἡρώων γενόμενον ὑπεκπέμψαι ποι τὸν υἱὸν πολέμους τε καὶ κινδύνους ἀποδράντα καὶ ταῦτα τοῦ Τελαμῶνος ἐξορμῶντος τὸν Αἴαντα, οὔτʼ ἂν Ἀχιλλεὺς ἠνέσχετο ἐς γυναικωνῖτιν ἐσβεβλῆσθαι παρεὶς ἑτέροις τὸ θαυμάζεσθαί τε καὶ εὐδοκιμεῖν ἐν Τροίᾳ. τὸ γὰρ φιλότιμον πλεῖστον δὴ καὶ ἐν αὐτῷ ἦν.
Φοῖνιξ
τί οὖν δὴ ὁ Πρωτεσίλεως, ἀμπελουργέ, περὶ τούτων οἶδεν;
Ἀμπελουργός
πιθανώτερα, ξένε, καὶ ἀληθέστερα· φησὶ γὰρ Θησέα ἐξ Ἀθηνῶν φεύγοντα ἐπὶ τῇ ἀρᾷ τῇ ἐς τὸν υἱὸν ἀποθανεῖν ὑπὸ Λυκομήδους ἐν Σκύρῳ, Θησεῖ δὲ ξένον ὄντα τὸν Πηλέα καὶ κοινωνὸν τοῦ Καλυδωνίου ἔργου στεῖλαι τὸν Ἀχιλλέα ἐς τὴν Σκῦρον τιμωρὸν τῷ Θησεῖ, τὸν δὲ ἐκπλεύσαντα ὁμοῦ τῷ Φοίνικι μόνα ὑπὸ γήρως τὰ ξυμβουλευτικὰ εἰδότι κατασεῖσαι τὴν Σκῦρον ἐκ προσβολῆς μετέωρον οὖσαν καὶ ἀνῳκισμένην ἐπʼ ὄχθου πετραίου, τὸν Λυκομήδην δὲ σχεῖν μέν, οὐ μὴν ἀποκτεῖναι, ἀλλʼ ἐρέσθαι, τί παθὼν ἄνδρα ἑαυτοῦ βελτίω φεύγοντα ἀπέκτεινεν, εἰπόντα δὲ ὅτι ἐπʼ ἀδίκοις, ὦ Ἀχιλλεῦ, ἥκοντα καὶ πειρῶντα τὴν ἀρχὴν τὴν ἐμήν, ἀφῆκεν ὡς ἐν δίκῃ ἀποκτείναντα καὶ ἀπολογήσεσθαι ὑπὲρ αὐτοῦ ἔφη πρὸς τὸν Πηλέα, Δηιδάμειαν δὲ θυγατέρα τοῦ Λυκομήδους ἔγημε καὶ γίγνεται αὐτοῖς Νεοπτόλεμος ὀνομασθεὶς τοῦτο διὰ νεότητα τοῦ Ἀχιλλέως,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme