Ἀμπελουργός
ὁ δὲ εἰδέναι μὲν πάντα ἔλεγε καὶ μεμνῆσθαι αὐτῶν, εἰπεῖν δʼ ἂν οὐδὲν ὧν οἶδεν, εἰ μὴ μισθὸς αὐτῷ παρʼ Ὁμήρου γένοιτο εὐφημίαι τε ἐν τῇ ποιήσει καὶ ὕμνος ἐπὶ σοφίᾳ τε καὶ ἀνδρείᾳ. ὁμολογήσαντος δὲ τοῦ Ὁμήρου ταῦτα καὶ ὅ τι δύναιτο, χαριεῖσθαι αὐτῷ ἐν τῇ ποιήσει φήσαντος, διῄει Ὀδυσσεὺς πάντα ξὺν ἀληθείᾳ τε καὶ ὡς ἐγένετο, ἥκιστα γὰρ πρὸς αἵματι καὶ βόθροις αἱ ψυχαὶ ψεύδονται. ἀπιόντος δὲ ἤδη τοῦ Ὁμήρου βοήσας ὁ Ὀδυσσεὺς Παλαμήδης με ἔφη δίκας ἀπαιτεῖ τοῦ ἑαυτοῦ φόνου καὶ οἶδα ἀδικῶν καὶ πάντως μὲν πείσομαί τι, οἱ γὰρ θεμιστεύοντες ἐνταῦθα δεινοί, Ὅμηρε, καὶ τὰ ἐκ Ποινῶν ἐγγύς, εἰ δὲ τοῖς ἄνω ἀνθρώποις μὴ δόξω εἰργάσθαι τὸν Παλαμήδην ταῦτα, ἧττόν με ἀπολεῖ τὰ ἐνταῦθα· μὴ δὴ ἄγε τὸν Παλαμήδην ἐς Ἴλιον, μηδὲ στρατιώτῃ χρῶ, μηδέ, ὅτι σοφὸς ἦν, εἴπῃς. ἐροῦσι μὲν γὰρ ἕτεροι ποηταί, πιθανὰ δὲ οὐ δόξει μὴ σοὶ εἰρημένα. αὕτη, ξένε, ἡ Ὀδυσσέως τε καὶ Ὁμήρου ξυνουσία, καὶ οὕτως Ὅμηρος τὰ ἀληθῆ μὲν ἔμαθε, μετεκόσμησε δὲ πολλὰ ἐς τὸ συμφέρον τοῦ λόγου, ὃν ὑπέθετο.
Φοῖνιξ
πατρίδα δὲ Ὁμήρου, ὦ ἀμπελουργέ, καὶ τίνων ἐγένετο, ἤρου ποτὲ τὸν Πρωτεσίλεων;
Ἀμπελουργός
φησὶ μὲν εἰδέναι, Ὁμήρου δὲ παραλιπόντος αὐτά, ἵνα αἱ σπουδαῖαι τῶν πόλεων πολίτην αὐτὸν σφῶν αὐτῶν ποιοῖντο, ἴσως δὲ καὶ θεσμοῦ Μοιρῶν ἐπὶ Ὁμήρῳ ὄντος, ἄπολιν αὐτὸν δοκεῖν, οὔτʼ ἂν ταῖς Μοίραις οὔτʼ ἂν ταῖς Μούσαις φίλα γε ἔφη αὐτὸν πράττειν, εἰ τοῦτʼ ἐκφέροι περιεστηκὸς λοιπὸν ἐς ἔπαινον τῷ Ὁμήρῳ. προστίθενται μὲν γὰρ αὐτῷ πᾶσαι μὲν πόλεις,
5