Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

665

Φοῖνιξ
ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δʼ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδʼ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι. 5
Ἀμπελουργός
καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται.
Φοῖνιξ
δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ θρηνεῖν αὐτάς, ἀλλὰ ᾅδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι;
Ἀμπελουργός
ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις.
Φοῖνιξ
ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου.
Ἀμπελουργός
ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρʼ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε διʼ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον. 10
Φοῖνιξ
Ἀλλʼ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου.
Ἀμπελουργός
καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme