Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

692

Ἀμπελουργός
ὡς ἐκλανθάνεσθαι τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπʼ αὐτῷ ὄνειδος.
Φοῖνιξ
πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme