Thesauros Literature biography Ἡρωικός

Ἡρωικός

Ἡρωικός Philostratus the Athenian 2nd/3rd cent

676–677

Φοῖνιξ
Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει;
Ἀμπελουργός
σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς. 5
Φοῖνιξ
καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.
Ἀμπελουργός
βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος.
Φοῖνιξ
καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme