Ἀμπελουργός
ὑφʼ ἧς ἀνεσκίρτησαν ἀλλότριόν τε καὶ περιττὸν ἄχθος ἡγούμεναι τὰς γυναῖκας, ἐς δὲ θηρίων ἤθη μετέστησαν καὶ κειμέναις ἐμπεσοῦσαι ταῖς Ἀμαζόσι τάς τε ὁπλὰς ἐνήρειδον καὶ τὰς χαίτας ἔφριττον καὶ τὰ ὦτα ἐπʼ αὐτὰς ἵστασαν, καθάπερ τῶν λεόντων οἱ ὠμοί, κειμένων τε γυμνὰς ὠλένας ἤσθιον καὶ τὰ στέρνα ῥηγνῦσαι προσέκειντο τοῖς σπλάγχνοις καὶ ἐλάφυσσον, ἐμφορηθεῖσαι δὲ ἀνθρωπείου βρώσεως ἐκρόαινον περὶ τὴν νῆσον καὶ ἐμαίνοντο μεσταὶ λύθρου, στᾶσαι δὲ ἐπὶ τῶν ἀκρωτηρίων καὶ τὰ νῶτα τοῦ πελάγους ἰδοῦσαι πεδίῳ τε ᾤοντο ἐντετυχηκέναι καὶ κατὰ τῆς θαλάττης ἑαυτὰς ἧκαν. ἀπώλοντο δὲ καὶ αἱ νῆες τῶν Ἀμαζόνων ἀνέμου σφοδροῦ ἐς αὐτὰς πνεύσαντος, ἅτε γὰρ κεναὶ καὶ οὐδενὶ κόσμῳ ὡρμισμέναι προσέπιπτον ἀλλήλαις καὶ ξυνηράττοντο ναῦς τε ὥσπερ ἐν ναυμαχίᾳ κατέδυε ναῦν καὶ ἀνερρήγνυ, καὶ ὁπόσας ἐγκαρσίους τε καὶ ἀντιπρώρους ἐμβολὰς ποιοῦνται κυβερνῆται ναύμαχοι, πᾶσαι ξυνέπεσον ἐν ναυσὶ κεναῖς καὶ οὐκ ἐκ προνοίας πλεούσαις. πολλῶν δὲ ναυαγίων τῷ ἱερῷ προσενεχθέντων καὶ ἀνθρώπων ἐν αὐτῷ κειμένων ἐμπνεόντων ἔτι καὶ ἡμιβρώτων μελῶν τε ἀνθρωπείων ἐσπαρμένων καὶ σαρκῶν, ἃς διέπτυσαν αἱ ἵπποι, κάθαρσιν ὁ Ἀχιλλεὺς ποιεῖται τῆς νήσου ῥᾳδίαν· κορυφὴν γὰρ τοῦ πόντου ἐπισπασάμενος ἀπένιψέ τε καὶ ἀπέκλυσε ταῦτα.