Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

λγ

33.1 ἀσπάσιον δὲ τὸν σοφιστὴν Ῥάβεννα μὲν ἤνεγκεν, ἡ δὲ Ῥάβεννα Ἰταλοί, Δημητριανὸς δὲ ὁ πατὴρ ἐπαίδευσεν εὖ γιγνώσκων τοὺς κριτικοὺς τῶν λόγων. πολυμαθὴς δὲ ὁ Ἀσπάσιος καὶ πολυήκοος καὶ τὸ μὲν καινοπρεπὲς ἐπαινῶν, ἐς ἀπειροκαλίαν δὲ οὐδαμοῦ ἐκπίπτων ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς γιγνώσκει. τουτὶ δέ που καὶ ἐν μουσικῇ κράτιστον, οἱ γὰρ καιροὶ τῶν τόνων λύρᾳ τε φωνὴν ἔδωκαν καὶ αὐλῷ καὶ μελῳδίαν ἐπαίδευσαν. ἐπιμεληθεὶς δὲ τοῦ δοκίμως τε καὶ σὺν ἀφελείᾳ ἑρμηνεύειν πνεύματός τε καὶ περιβολῆς ἠμέλησε, τὸ σχεδιάζειν τε ἐκ φύσεως οὐκ ἔχων πόνῳ παρεστήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme