Book 2
24.2
ὑπάτοις δὲ ἐγγραφεὶς ἦρξε μὲν τοῦ τῶν Βιθυνῶν ἔθνους, δόξας δὲ ἑτοιμότερον χρῆσθαι τῷ ξίφει τὴν ἀρχὴν παρελύθη. βίου μὲν δὴ ὀκτὼ καὶ ἑξήκοντα ἔτη τῷ Ἀντιπάτρῳ ἐγένετο καὶ ἐτάφη οἴκοι, λέγεται δὲ ἀποθανεῖν καρτερίᾳ μᾶλλον ἢ νόσῳ· διδάσκαλος μὲν γὰρ τῶν Σεβήρου παίδων ἐνομίσθη καὶ θεῶν διδάσκαλον ἐκαλοῦμεν αὐτὸν ἐν τοῖς ἐπαίνοις τῆς ἀκροάσεως, ἀποθανόντος δὲ τοῦ νεωτέρου σφῶν ἐπʼ αἰτίᾳ, ὡς τῷ ἀδελφῷ ἐπιβουλεύοι, γράφει πρὸς τὸν πρεσβύτερον ἐπιστολὴν μονῳδίαν ἐπέχουσαν καὶ θρῆνον, ὡς εἷς μὲν αὐτῷ ὀφθαλμὸς ἐκ δυοῖν, χεὶρ δὲ μία, καὶ οὓς ἐπαίδευσεν ὅπλα ὑπὲρ ἀλλήλων αἴρεσθαι, τούτους ἀκούοικατʼ ἀλλήλων ἠρμένους. ὑφʼ ὧν παροξυνθῆναι τὸν βασιλέα μὴ ἀπιστῶμεν, καὶ γὰρ ἂν καὶ ἰδιώτην ταῦτα παρώξυνε βουλόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι.
κε
25.1
πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκράτης ὁ Φωκαεὺς ᾅδεται φύσεως ἰσχὺν δηλώσας παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμασίῳ σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον ἢ κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβολίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμέμῳ.