Thesauros Literature biography Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν

Βίοι Σοφιστῶν Philostratus the Athenian 2nd/3rd cent

Book 2

24.1 Ἀντιπάτρῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν ἦν Ἱεράπολις, ἐγκαταλεκτέα δὲ αὕτη ταῖς κατὰ τὴν Ἀσίαν εὖ πραττούσαις, πατὴρ δὲ Ζευξίδημος τῶν ἐπιφανεστάτων ἐκείνῃ, Ἀδριανῷ δὲ καὶ Πολυδεύκει φοιτήσας ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται, τὰς ὁρμὰς τῶν νοημάτων ἐκλύων τοῖς τῆς ἑρμηνείας ῥυθμοῖς. ἀκροασάμενος δὲ καὶ Ζήνωνος τοῦ Ἀθηναίου τὸ περὶ τὴν τέχνην ἀκριβὲς ἐκείνου ἔμαθεν. αὐτοσχέδιος δὲ ὢν οὐδὲ φροντισμάτων ἠμέλει, ἀλλʼ Ὀλυμπικούς τε ἡμῖν διῄει καὶ Παναθηναικοὺς καὶ ἐς ἱστορίαν ἔλαβε τὰ Σεβήρου τοῦ βασιλέως ἔργα, ὑφʼ οὗ μάλιστα ταῖς βασιλείοις ἐπιστολαῖς ἐπιταχθεὶς λαμπρόν τι ἐν αὐταῖς ἤχησεν. ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω μελετῆσαι μὲν καὶ ξυγγράψαι τοῦ ἀνδρὸς τούτου πολλοὺς βέλτιον, ἐπιστεῖλαι δὲ μηδένα ἄμεινον, ἀλλʼ ὥσπερ τραγῳδίας λαμπρὸν ὑποκριτὴν τοῦ δράματος εὖ ξυνιέντα ἐπάξια τοῦ βασιλείου προσώπου φθέγξασθαι. σαφήνειάν τε γὰρ τὰ λεγόμενα εἶχε καὶ γνώμης μέγεθος καὶ τὴν ἑρμηνείαν ἐκ τῶν παρόντων καὶ ξὺν ἡδονῇ τὸ ἀσύνδετον, ὃ δὴ μάλιστα ἐπιστολὴν λαμπρύνει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme