Book 2
14.1
Ἀθηνόδωρος δὲ ὁ σοφιστὴς τὸ μὲν ἐς πατέρα ἧκον ἐπιφανέστατος ἦν τῶν κατὰ τὴν Αἶνον, τὸ δὲ ἐς διδασκάλους καὶ παίδευσιν φανερώτατος τοῦ Ἑλληνικοῦ. Ἀριστοκλέους μὲν γὰρ ἤκουσε παῖς ἔτι, Χρήστου δὲ ἤδη ξυνιείς, ὅθεν ἀπʼ ἀμφοῖν ἐκράθη τὴν γλῶτταν ἀττικίζων τε κἀκ περιβολῆς ἑρμηνεύων. παιδεύων δὲ Ἀθήνησι κατὰ τοὺς χρόνους, οὓς καὶ Πολυδεύκης ἐπαίδευσεν, ἐπέσκωπτεν αὐτὸν ταῖς διαλέξεσιν ὡς μειρακιώδη λέγων οἱ Ταντάλου κῆποι δοκεῖν ἐμοὶ τὸ κοῦφον τοῦ λόγου καὶ ἐπιπόλαιον φαντασίᾳ προσεικάζων οὔσῃ τε καὶ οὐκ οὔσῃ. ἐμβριθὴς δὲ καὶ τὸ ἦθος γενόμενος ἐτελεύτα ἡβῶν ἔτι ἀφαιρεθεὶς ὑπὸ τῆς τύχης τὸ καὶ πρόσω ἐλάσαι δόξης.
ιε
15.1
λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος ὁ Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον, Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς ἐγένετο, ἀλλʼ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγάγετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν, οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημόνευεν.